Add parallel Print Page Options

21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο [a]τῷ πνεύματι [b]τῷ ἁγίῳ καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως [c]εὐδοκία ἐγένετο ἔμπροσθέν σου. 22 [d]πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ [e]ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.

23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν εἶπεν· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:21 τῷ WH Treg RP ] ἐν τῷ NIV
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:21 τῷ ἁγίῳ WH Treg NIV ] ὁ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:21 εὐδοκία ἐγένετο WH Treg NIV ] ἐγένετο εὐδοκία RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:22 πάντα WH Treg NIV ] Καὶ στραφείς πρός τούς μαθητάς εἶπεν πάντα RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:22 ἐὰν NIV RP ] ἂν WH Treg